Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.49.1 | Hdt. 6.50.3 (English) | >>Hdt. 6.52.4 |
6.50.1
πρὸς ταύτην δὲ τὴν κατηγορίην Κλεομένης ὁ Ἀναξανδρίδεω βασιλεὺς ἐὼν Σπαρτιητέων διέβη ἐς Αἴγιναν , βουλόμενος συλλαβεῖν Αἰγινητέων τοὺς αἰτιωτάτους .
6.50.2 ὡς δὲ ἐπειρᾶτο συλλαμβάνων , ἄλλοι τε δὴ ἐγίνοντο αὐτῷ ἀντίξοοι τῶν Αἰγινητέων , ἐν δὲ δὴ καὶ Κριὸς ὁ Πολυκρίτου μάλιστα , ὃς οὐκ ἔφη αὐτὸν οὐδένα ἄξειν χαίροντα Αἰγινητέων · ἄνευ γάρ μιν Σπαρτιητέων τοῦ κοινοῦ ποιέειν ταῦτα , ὑπʼ Ἀθηναίων ἀναγνωσθέντα χρήμασι · ἅμα γὰρ ἄν μιν τῷ ἑτέρῳ βασιλέι ἐλθόντα συλλαμβάνειν .
6.50.3 ἔλεγε δὲ ταῦτα ἐξ ἐπιστολῆς τῆς Δημαρήτου . Κλεομένης δὲ ἀπελαυνόμενος ἐκ τῆς Αἰγίνης εἴρετο τὸν Κριὸν ὅ τι οἱ εἴη τὸ οὔνομα · ὁ δέ οἱ τὸ ἐὸν ἔφρασε . ὁ δὲ Κλεομένης πρὸς αὐτὸν ἔφη · “ἤδη νῦν καταχαλκοῦ ὦ κριὲ τὰ κέρεα , ὡς συνοισόμενος μεγάλῳ κακῷ .”
ch. 51
6.51.1
ch. 52
6.52.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.49.1 | Hdt. 6.50.3 (English) | >>Hdt. 6.52.4 |